Ἀπολυτίκιον ψαλλόμενον ἐν τὴ πανήγυρη τῆς Μονῆς
εἰς τὸ Γενέθλιον της Ὑπεραγίας Δεσποῖνις ἠμῶν
Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας
Ἡ Γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάση τὴ οἰκουμένη ἔκ σοὺ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἠμῶν καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἠμὶν ζωὴν τὴν αἰώνιον.
Κοντάκιον. Ηχος δ’
Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὕα ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν Ἄχραντε, ἐν τὴ ἁγίᾳ Γεννήσει σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεῖς ἐν τῷ κράζειν σοί· Ἡ Στείρα τίκτει τὴν Θεοτόκον καὶ τροφὸν τῆς ζωῆς ἠμῶν
Κοντάκιον.
Τῇ ὑπερμάχῳ. Ἦχος πλ. Δ΄.
παρὰ
Ἀρσενίου ἱερομονάχου
Τῇ παναγίᾳ σοῦ εἰκόνι καταφεύγοντες,
ὡς εἰς λιμένα γαληνότατον σῳζόμεθα,
σὺ γὰρ ἔφορος ἡμῶν καὶ καταφύγιον.
Ἀντιλήπτωρ, Μητροπάρθενε, υπάρχεις
τοῖς πιστῶς τῇ σῇ πρεσβείᾳ προστρέχουσι,
καὶ βοῶσι σοὶ· Χαίροις πάντων, ἡ Χαρά.
Μ ε γ α λ υ ν ά ρ ι α
Ἄξιον ἐστὶν ὡς ἀληθῶς μακαρίζειν σὲ τὴν Θεοτόκον,
τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἠμῶν.
Τὴν τιμιοτέρα τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέρα ἀσυγκρίτως τῶν Σεραφεὶμ
τὴν ἀδιαφθόρως Θεὸν λόγω τεκοῦσα, τὴν ὄντως Θεοτόκο, σὲ μεγαλύνομεν.
Πάσῃ εὐλαβείᾳ τε καὶ σπουδῇ,
οἱ δούλοι σου ἦραν ἐκ τοῦ κλάδου τῆς σῆς μορφῆς
ἐκτύπωμα θεῖον, καὶ ἵδρυσαν Μονὴν σοὶ,
ἐν ᾗ σὲ προσκυνῆσαι, Δέσποινα τρέχομεν.
–
Χάριτας ἐκπέμπει διηνεκῶς
ἡ θεία εἰκών σου, ἡ ἁγία τε καὶ σεπτή,
ἡ τρόπῳ παραδόξῳ ἐν κλάδῳ εὑρεθεῖσα·
δι’ ὅ ἐπωνομάσθη Κλαδόρμη, Πάναγνε.
–
Καυχᾶται Μονή σου ἡ ἱερά
ἐν σοί, Θεοτόκε, καὶ εἰκόνι σου θαυμαστῇ,
ἥν πόθῳ προσκυνοῦντες Κλαδόρμην καλουμένην
δοξάζομέν σε, Κόρη, καὶ μεγαλύνομεν.
–
Ἐκτείνουσα χεῖρας ἱκετικῶς
πληθῦς μοναζόντων σὴν βοήθειαν ἐκζητεῖ·
εχθροῦ τῶν παγίδων καὶ πᾶσης ἐπηρείας,
ἀπάλλαξον, Κλαδόρμη, τῇ μεσιτείᾳ σου.
–
Χαίροις, ἡ τῆς Πίνδου θεία Μονή,
κρατοῦσα ἐν κόλποις ὡς πολύτιμον θησαυρὸν,
τὴν τῆς Θεοτόκου ἐφέστιον εἰκόνα,
τῶν Βλάχων προστασίαν καὶ παραμύθιον.
–
Συνέδραμον, Κόρη, σοὶ πρεσβευταί,
Δημήτριος μάρτυς, Σαμαρίνης νέος βλαστός,
Νικόλαος ὁ γόνος Μετσόβου, καὶ Κοσμάς τε
ἁπάσης τῆς Ἠπείρου ο ἰσαπόστολος.
–
Σκέπε, Θεοτόκε, χάριτι σῆς
εἰκόνος τὴν Φούρκαν, κατοικοῦντας δὲ ἐν αὐτῇ·
καὶ φύλαττε σώους ποιμένας καὶ νομάδας,
αὐτῶν γὰρ σὺ ὑπάρχεις δόξα καὶ καύχημα.
–
Ἀνάδειξον κλάδους πάντας ἡμᾶς
τοὺς ἐξηραμμένους ἀμαρτίαις καὶ ἡδοναῖς,
Ἀμπέλου ζωηφόρου, Κλαδόρμη Θεοτόκε,
Ὑιοῦ σου δηλονότι, ᾧ μόνῳ ἠλπίκαμεν.
–
Δέξαι μου τὴν δέησιν, Μαριάμ,
καὶ τοὺς ἀλαλήτους τῆς καρδίας μου στεναγμούς
καὶ ἀξίωσόν με καινίσαι τὴν Μονὴν σου,
καὶ ταῦτης ἀναδεῖξαι κάλλος τὸ πρότερον.
–
Πᾶσαι τῶν ἀγγέλων αἳ στρατιαὶ
Πρόδρομε Κυρίου Ἀποστόλων οἱ δωδεκὰς
οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου
ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἠμᾶς
–
Υἱϊκῶς ὕμνησέ σε Ἀρσένιος, Μῆτερ·
μητρικῶς σὺ περίσκεπε αὐτοῦ τὸν βίον.
Β’ Πανήγυρις Μονῆς Παρασκευὴ τῆς Διακαινησίμου
Ἀναστάσιμον Ἀπολυτίκιον
Χριστὸς Ἀνέστὴ ἐκ νεκρῶν, θανάτῳ θάνατο πατήσας
καί τῆς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος
Ζωοδόχου Πηγῆς
Ἀπολυτίκιον. Ἦχος γ’ Τὴν ὡραιότητα
Τὸν ὑπερούσιον, ὄμβρον κυήσσασα, πηγὴ ζωήρρυτος, Παρθένε πέφυκας, ἀναπαυγάζουσα ἠμίν, νέκταρ τὸ ἀθάνατον, ὕδωρ τὸ ἀλλόμενον, εἰς ζωὴν τὴν αἰώνιον, νάματα γλυκύρροα, ἐκ τῆς κρήνης σου πάντοτε, ἐξ ὧν ἐπεντρυφῶντες βοῶμεν· Χαῖρε Πηγὴ ἡ ζωηφόρος.
Κοντάκιον. Ἦχος δ’ Τὴ ὑπερμάχω
Ἐ’ξ ἀκενώτου σου Πηγῆς Θεοχαρίτωτε, ἐπιβραβεύεις μοὶ πηγάζουσα τὰ νάματα, ἀεννάως τῆς σῆς χάριτος ὑπὲρ λόγον· τὸν γὰρ Λόγον ὡς τεκοῦσαν ὑπὲρ ἔννοιαν, ἱκετεύω σὲ δροσίζειν μὲ σὴ χάριτι· ἴνα κράζω σοί· Χαῖρε ὕδωρ σωτήριον