Απολυτίκια – Μεγαλυνάρια

Ι.Μ. Εισοδίων της Θεοτόκου Μολίστης

Ἀπολυτίκιον τῆς Ὑπεραγίας Θεοτόκου τῆς ἐπονομαζομένης Στρατιωτίσσης ἤ Μολιστινῆς

ἦχος α΄. Τῆς ἐρήμου πολίτης

Την σεπτήν σου Εικόνα Στρατιώτισσα Δέσποινα, ως σκηνήν της δόξης σου θείαν, προσκυνούντες δοξάζομεν· υπάρχεις γαρ Μολίστης καλλονή, και ρόδον το αμάραντον αγνή· διά τούτο σε εν ύμνοις χαρμονικώς, Παρθένε μεγαλύνομεν· χαίρε των ασθενούντων ιατρός, χαίρε δαιμόνων σύντριμμα, χαίρε των προστρεχόντων σοι πιστώς, ελπίς και αγαλλίαμα.

Κοντάκιον, ἦχος πλ.δ΄ Τῇ ὑπερμάχῳ

Τῶν Εἰσοδίων τῇ Μονῇ πιστῶς προστρέχοντες, ἐν τῇ Μολίστῃ Θεοτόκε ἀειπάρθενε, προσκυνοῦμεν τήν Εἰκόνα σου τήν ἁγίαν· ἄλλ’ ὡς ἔχουσα τήν Χάριν μύρα βλύζουσαν, εὐωδίασον ἡμῶν τά αἰσθητήρια, τῶν βοώντων σοι, χαῖρε Ρόδον ἀμάραντον.

Μεγαλυνάρια

Χαῖρε Παναγία Μολιστινή, τῆς Κονίτσης σκέπη, θλιβομένων καταφυγή, χαῖρε ἡ ὡς ρόδον τό ἔαρ προδηλοῦσα, τῆς Χάριτος Παρθένε, Κόρη ἀμόλυντε.

Τέρπου καί ἀγάλλου ἡ ὀρεινή, κώμη τῆς Μολίστης, ὡς κατέχουσα τήν σεπτήν, καί θείαν Εἰκόνα τῆς Κεχαριτωμένης, τῆς μόνης Θεοτόκου, τήν Στρατιώτισσαν

Χαῖρε τῆς Μολίστης ἡ καλλονή, και τῆς Ἐκκλησίας ὁ ἀκένωτος θησαυρός· χαῖρε Θεομῆτωρ, ἐλπίς καί προστασία, τῶν πίστει προστρεχόντων τῇ θείᾳ Σκέπῃ σου.

Ρόδον ὡς μυρίπνοον ἀληθῶς, ἡ θεία σου Χάρις ἐπικέχυται θαυμαστῶς, τοῖς πόθῳ προσκυνούσι, σήν ἄχραντον Εἰκόνα, Μολιστινή Παρθένε, Μῆτερ θεόνυμφε.

Δεῦτε ἀναβῶμεν μετά σπουδῆς, ἄνωθεν τῆς κώμης τῆς Μολίστης οἱ εὐσεβεῖς, ὕμνον ἀναπέμψαι τῇ Κεχαριτωμένη, ἐπί τῇ μεταστάσει ταύτης πρός Κύριον.

Ὤ Παρθενομῆτορ Μολιστινή, μή ἐγκαταλίπης τήν σήν ποίμνην ὡς ἀγαθή, φύλαττε καί σκέπε Μονήν σου τήν ἁγίαν, ἀπό παντός κινδύνου ἀνεπηρέαστον.

Λύτρωσαι Πανάμωμε τούς δεινῶς, βασανιζομένους, καί νοσοῦντας ὡς ἰατρός, ἐπίσκεψαι τάχει καί ρύσαι ἐκ παντοίας, δαιμόνων ἐπηρείας, Κόρη τούς δούλους σου.

Χαῖρε Θεοτόκε Μολιστινή, χαίροις Ἱεράρχα Ἀθανάσιε θαύμαστε, Ἀρχάγγελοι πάντες, Νικόλαε παμμάκαρ, Μονήν καί κώμην ταύτην, σῲζεται πάντοτε.

Τροπάριον, ἦχος β’. Πάντων προστατεύεις

Ρόδα ἀρετῶν ὦ ἀδελφοί, τῇ Παρθενομήτορι Κόρη, δεῦτε προσφέρωμεν, δάκρυα, μετάνοιαν, βίου ὀρθότητα, καί πιστῶς προσκυνήσωμεν , τήν θείαν Εἰκόνα, χαῖρε ἀναμέλποντες Θεοκυῆτορ ἁγνή· ταύτην τήν Μονήν τῆς Μολίστης, τήν ἀνακειμένην σοί σκέπε, καί τούς σέ τιμῶντας διαφύλαττε.

Ἐν τῇ Ἱερᾶ Λαύρᾳ Σάββα τοῦ Ἡγιασμένου,
Ἰανουάριος βιγ’

Ὕμνοι  εἰς τὴν Ὑπεραγίαν  Θεοτόκον Μολίστης

 

Με­γα­λυ­νά­ρια

Σκιρτᾷ καὶ ἀγάλλεται σὴ μονὴ

ἐπὶ ἐπανόδῳ τῆς εἰκόνος σου τῆς σε­πτῆς

καὶ σὲ μεγαλύνει, Παρθένε Θεοτόκε,

ἐπεὶ καὶ μητρικήν σου χέεις τὴν εὔνοιαν.

– 

Σκέπε, Θεοτόκε, χάριτι σς

εκόνος τν Μόλισταν, κατοικοντας δ ν ατ·

κα φύλαττε σώους ποι­μέ­νας κα ­γρό­τας,

ατν γρ σ πάρχεις δόξα κα καύχημα.

Χαί­ροι ἡ μο­νή σου ἡ θαυ­μα­στὴ

ἔ­χουσα ἐν κόλποις τὴν εἰκόνα σου τὴν σεπτήν,

ἣ χά­ριν ἀ­να­βλύ­ζει ἰάσεων, Παρ­θέ­νε,

τοῖς πίστει ἐξαιτοῦσι τὴν σὴν βοήθειαν.

 –

Χαί­ροις της Μολίστης θεί­α μο­νὴ

ἔ­χου­σα ἐν κόλ­ποις ὡς πο­λύ­τι­μον θη­σαυ­ρὸ­ν

εἰκόνα Βα­σι­λί­δος, Δεσποίνης Θεοτόκου,

ἐλπίδος ἡμῶν πάντων καὶ ἀντιλήψεως.

Συνέδραμον Παρθένε σοὶ πρεσβευταί

Κοσμὰς ὁ φωτίσας πᾶσαν Ἤπειρον διδαχαῖς,

Γε­ώρ­γι­ος ὁ νέος, Ἰωαννίνων κλέος,

 Κονίτσης  Ἰωάννης, τὲ θεῖον βλάστημα.

 –

Χαί­ροις, της Μολίστης θεία μονή,

ἔ­χου­σα ἐν κόλ­ποις ὡς κειμήλιον τιμαλφὲς

περίπυστον εἰ­κό­να μητροπαρθένου Κόρης

τὴν ἐ­πι­κα­λου­μέ­νην τε Ὁ­δη­γή­τρι­α.

 –

Του Μποτσιφαρίου θεία μο­νὴ

χαίρει καυχωμένη τῇ εἰκόνι σου τῇ σεπτῇ

τῇ ἐπιτελούσῃ τεράστια, Παρθένε,

ἣν πί­στει προ­σκυ­νοῦν­τες σὲ με­γα­λύ­νο­μεν.

 –

Δέξαι μου δεήσεις, ὦ Μαριάμ,

καὶ τοὺς ἀλαλήτους τῆς καρδίας μου στεναγμοὺς

καὶ ἀξίωσόν με καινίσαι τὴν μονήν σου

καὶ ταύτης ἀναδεῖξαι κάλλος τὸ πρότερον.