Απολυτίκια – Μεγαλυνάρια

Αγιος Νικόλαος Ραμπουσιάνων

Απολυτίκιο 

Κανόνα πίστεως, και εικόνα πραότητας, εγκρατείας διδάσκαλον,
ανέδειξε σε τη ποίμνη σου, η των πραγμάτων αλήθεια
δια τούτο εκτήσω τη ταπεινώσει τα υψηλά,
τη πτωχεία τα πλούσια, Πάτερ Ιεράρχα Νικόλαε,
πρέσβευε Χριστώ τω Θεώ, σωθήναι τας ψυχάς ημών.

Ὕμνοι  εἰς τὴν Ὑπεραγίαν  Θεοτόκον

τὴν  ἐπικαλουμένην  «Ραμπουσανιώτισσαν»

ὑπὸ  Ἀρσενίου ἱερομονάχου τοῦ Μολυβίτου.

 

 

Ἀπολυτίκιον· Τῆς ἐρήμου πολίτης. ἤχος Α΄

Τὴν σε­πτήν σου εἰ­κό­να ὥ­σπερ δῶ­ρον οὐ­ρά­νιον

μάν­δρα Ῥαμ­που­σά­νων ἡ θεία κεκτημένη ἀ­γάλ­λε­ται·

ἡ χάρις σου ἐκ ταύ­της γὰρ Ἁγνή, ἐκχεῖται δαψιλῶς πᾶσι πιστοῖς.

καταφύγιον ὑπάρχουσα ἀσφαλὲς, φιλόχριστος κραυγάζει σοὶ λαὸς·

δό­ξα τῇ θαυ­μα­στῇ σου ἀ­ρω­γῇ, δό­ξα τῇ προ­μη­θείᾳ σου,

δό­ξα τῇ πρὸς ἡ­μᾶς σου πλου­σίᾳ χρηστότητι.

 

Ἕτερον ἀ­πο­λυ­τί­κιον

ψαλ­λό­με­νον τῇ πρώ­τῃ Κυ­ρια­κῇ τοῦ Αὐ­γού­στου κα­τὰ τὴν με­ταφο­ρὰν τῆς

ἁ­γίας εἰ­κό­νος καὶ τὸν ἑορτασμὸν αὐτῆς εἰς τὸ Μετόχιον Εὐ­αγ­γε­λι­στρί­ας

Τῆς ἐρήμου πολίτης. ἤχος Α΄

Ῥαμ­που­σά­νων ἐκ μάνδρας ἡ εἰκών σου κεκόμισται,

Εὐαγγελιστρίας εἰς θεῖον σου, Παρθένε, μετόχιον

δροσίζουσα ἱκέτας σου πιστοὺς τοῖς νάμασι τῆς χάριτος ἀεί.

Σὴν βοήθειαν αἰτοῦντες τὴν ταχινὴν κραυγάζομεν βαθέων ἐκ ψυχῆς·

δό­ξα τοῖς με­γα­λείοις σου, Ἁγνή, δόξα τῇ ἀντιλήψει σου,

δό­ξα τῇ πρὸς ἡ­μᾶς σου χρη­στό­τη­τι, Δέ­σποι­να.

 

Κοντάκιον· Τῇ ὑπερμάχῳ.  Ἦχος πλ. Δ΄.

Τῇ παναγίᾳ σου εἰκόνι καταφεύγοντες

ὡς εἰς λιμένα γαληνότατον σῳζόμεθα·

σὺ γὰρ ἔφορος ἡμῶν καὶ καταφύγιον.

Ἀντιλήπτωρ, ὤ Παρθένε, ἀναδέδειξαι,

τοῖς αἰτοῦσι σὴν στοργήν,  Ῥαμπουσανιώτισσα,

καὶ βοῶσι σοί· Χαίροις, πάντων ἡ Ἄνασσα.

 

 

Με­γα­λυ­νά­ρια

Χαί­ροις, Ῥαμ­που­σά­νων θεία μονή,

ἔ­χου­σα ἐν κόλ­ποις ὡς κειμήλιον τιμαλφὲς

περίπυστον εἰ­κό­να μητροπαρθένου Κόρης

τῆν ἐπικαλουμένην Ῥαμπουσανιώτισσα.

Ἴ­θυ­νον πρὸς τρί­βους τῶν ἀ­ρε­τῶν,

κε­χα­ρι­τω­μέ­νη Θεοτόκε, πάντας ἡμᾶς

τοὺς τὰ με­γα­λεῖ­α τὰ σὰ ὑ­μνο­λο­γοῦν­τας

καὶ μέσης ἐκ καρδίας, χαῖ­ρε, βο­ῶν­τας σοι.

τῶν Ῥαμ­που­σά­νων θεία μο­νὴ

χαίρει καυχωμένη τῇ εἰκόνι σου τῇ σεπτῇ

τῇ ἐπιτελούσῃ τεράστια, Παρθένε,

ἣν πί­στει προ­σκυ­νοῦν­τες σὲ με­γα­λύ­νο­μεν.

 –

κτῖνας ἐκπέμπει θεοειδεῖς,

Ἁγνή, ἡ εἰκών σου καὶ φωτίζει καὶ δᾳδουχεῖ

τὰς τρίβους σῶν δούλων τῶν πόθῳ ἐκζητούντων

συνεῖναι σοι εἰς δόξαν, Κόρη, τὴν ἄληκτον.

Νικόλαε μάκαρ Μύρων ποιμήν,

καὶ σὺ Θεοτόκε, Ῥαμπουσάνων καταφυγή,

ῥύσασθε παντοίων δεινῶν καὶ πάσης βλάβης

τούς πίστει αἰτου­μέ­νους τὴν σὴν βοήθειαν.

Σκιρτῶσι, Παρ­θέ­νε, πνευματικῶς

χοροὶ ἀνυμνούντων τῆς εἰκόνος σου τῆς σεπτῆς

ἐ­πά­νο­δον ἐν ὕ­μνοις κη­ρύ­ττοντες εὐ­σή­μως

τὴν ἄμαχον πρεσβείαν καὶ προστασίαν σου.

Δεήθητι, Παντάνασσα, σοῦ Υἱοῦ,

ὅπως κατατάξῃ ἐν μερίδι τῇ δεξιᾷ

τοὺς σήμερον ἐνταῦθα συῤῥεύσαντας καὶ πόθῳ

τιμῆσαι βουλομένους τὴν σὴν ἐπάνοδον.

Ἀρσένιος ἐξύφανεν ἐγκώμιά σοι, Κόρη·

δὸς αὐτῷ πλουσίαν τὴν σὴν παραμυθίαν.

 

 

Α­πο­λυ­τί­κιον Θε­ο­τό­κου Ραμ­που­σι­α­νι­ω­τίσ­σης ψαλ­λό­με­νον

τήν πρώ­την Κυ­ρια­κήν τού Αυ­γού­στου κα­τά την με­τα­φο­ρά

της Α­γί­ος ει­κό­νος και τον ε­ορ­τα­σμόν αυ­τής

είς με­τό­χιον Ευ­αγ­γε­λι­στρί­ας

Τῆς ἐρήμου πολίτης. Ἤχος Α

Ἐκ Ραμ­που­σιά­νων Μο­νής τῇ ἐν Μπο­ρο­βί­τσκα πα­νύ­μνη­τε,

ἡ ἁ­γί­α εἰ­κών σου ὥ­σπερ θεί­ον κει­μή­λιον,

εἰς Ευ­αγ­γε­λί­στρια με­τή­χθη εὐ­λα­βῶς,

πη­γά­ζου­σα α­εί ἁ­για­σμόν καί προ­σπί­πτον­τες

παρ­θέ­νε πα­νευ­σε­βῶς, ἀ­πό ψυ­χῆς βο­ῶ­μεν σοι

δό­ξα τῇ παρ­θε­νί­α σου ἅ­γνή,

δό­ξα τοῖς με­γα­λεῖ­οις σου,

δό­ξα τῇ πρός ἡ­μάς σου χρη­στό­τη­τι Δέ­σποι­να

 

Κον­τά­κιον

Τῇ Ὑπερμάχῳ. Ἠχος πλ.Δ᾿

Τῇ πα­να­γί­α σου εἰ­κό­νι κα­τα­φεύ­γον­τες

ὡς εἰς λι­μέ­να γα­λη­νό­τα­τον σω­ζό­με­θα

Ἀλ­λ’­ὡς ἔ­φο­ρος ἡ­μῶν καί κα­τα­φύ­γιον,

Σύ γάρ ὤ­φθης βο­η­θός Ραμ­που­σι­α­νι­ώ­τισ­σα

τοἰς πι­στῶς τῇ σῇ εἰ­κό­νι κα­τα­φεύ­γου­σι

τοῦς βο­ῶν­τας σοι, χαί­ρε πάν­των Βα­σί­λισ­σα.

Μεγαλυνάρια

Χαί­ρει Θε­ο­τό­κε ἡ σή Μο­νή Ραμ­που­σιά­νων ἡ πά­λαι, ἐ­πι­κέ­κλη­ται προ­σφυ­ῶς, ἔ­χου­σα ἐν κόλ­ποις ει­κό­να σου την θεί­αν, καί ἃ­πα­σι κη­ρύτ­τει, τά σά θαυ­μά­σια

Χά­ριν ἀ­να­βλύ­ζει ἡ σή εἰ­κών, ἡ ἐν Ραμ­που­σιά­ννης καί εὐ­φραί­νει πά­σαν ψυ­χήν, ἥν πι­στῶς Παρ­θέ­νε Ραμ­που­σι­α­νι­ώ­τισ­σαν κα­λοῦ­μεν, ἁ­για­σμόν ἐκ ταύ­της, ἀ­εί λαμ­βά­νον­τες.

Θεί­ους, ἀ­να­βλύ­ζου­σα οἰ­κτιρ­μούς, σῦν τῷ Νι­κο­λά­ῳ παν­τευ­λό­γη­τε Μα­ριάμ, ἅ­παν­τας ε­λε­ῆ­τε καί ῥύ­ε­τε πά­σης βλά­βης, τούς ἐ­πι­κα­λού­με­νους τάς θεί­ας χά­ρι­τας.

 –

Ἒ­χου­σα ὡς πλοῦ­τον πνευ­μα­τι­κόν, ἡ Μο­νή Παρ­θέ­νου τήν εἰ­κό­να σου τήν σε­πτήν, σή­με­ρον ἐ­ορ­τά­ζει ἐ­πά­νο­δον ἐν ὓ­μνοις κη­ρύ­του­σα εὐ­σή­μως, τήν θεί­αν χά­ριν σου.

 –

Advertisements