Ὕμνοι εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
τὴν ἐπικαλουμένην «τῶν Λουτρῶν»
ὑπὸ Ἀρσενίου ἱερομονάχου τοῦ Μολυβίτου.
Άπολυτίκιον· Τῆς ἐρήμου πολίτης. ἦχος Α΄
Καβασίλων ἐκ κώμης ἡ εἰκών σου, Πανάμωμε,
τῇ Παρασκευῇ ἐβδομάδος τῆς καινῆς μετηγάγετο
Λουτρῶν εἰς τὴν μονὴν τὴν ἱερὰν τοῦ εἶναι στηριγμὸν τοῖς ἀδελφοῖς.
Ἀναβλύζεις, ζωοδόχος οὖσα Πηγή,
ὕδωρ θεῖον τοῖς κραυγάζουσι πιστῶς·
δόξα τῇ θαυμαστῇ σοῦ ἀρωγῇ, δόξα τῇ ἀντιλήψει σοῦ,
δόξα τῇ πρὸς ἡμᾶς σου προνοίᾳ, Ἄχραντε.
Κοντάκιον· Τῇ ὑπερμάχῳ. Ἦχος πλ. Δ΄.
Τῇ παναγίᾳ σου εἰκόνι καταφεύγοντες
ὡς εἰς λιμένα γαληνότατον σῳζόμεθα·
σὺ γὰρ ἔφορος Λουτρῶν καὶ καταφύγιον.
Μητρικῶς ἡμᾶς τοὺς δούλους σου περίβαλε
τοὺς αἰτοῦντας σὴν στοργήν, Θεογεννήτρια,
καὶ βοῶντας σοί· Χαίροις, πάντων τὸ καύχημα.
.
Μεγαλυνάρια
Σκιρτᾷ καὶ ἀγάλλεται σὴ μονὴ
ἐπὶ ἐπανόδῳ τῆς εἰκόνος σου τῆς σεπτῆς
καὶ σὲ μεγαλύνει, Παρθένε Θεοτόκε,
ἐπεὶ καὶ μητρικήν σου χέεις τὴν εὔνοιαν.
–
Χαίροι ἡ μονή σου ἡ θαυμαστὴ
ἔχουσα ἐν κόλποις τὴν εἰκόνα σου τὴν σεπτήν,
ἣ χάριν ἀναβλύζει ἰάσεων, Παρθένε,
τοῖς πίστει ἐξαιτοῦσι τὴν σὴν βοήθειαν.
–
Ἀπόπλυνον, Παρθένε, ἡμῶν ψυχὰς
λουτρῷ πρεσβειῶν σου καὶ ἀνάδειξον καθαράς,
ὅπως ἐν τῷ δείπνῳ Υἱοῦ σοῦ βασιλείας
τρυφῆς τῆς αἰωνίου ἐπαπολαύσωμεν.
–
Χαίροις Καβασίλων θεία μονὴ
ἔχουσα ἐν κόλποις ὡς πολύτιμον θησαυρὸν
εἰκόνα Βασιλίδος, Δεσποίνης Θεοτόκου,
ἐλπίδος ἡμῶν πάντων καὶ ἀντιλήψεως.
–
Ὕμνους ἀναπέμπει σοὶ ἐκτενῶς
πληθὺς μονοτρόπων ἐκζητοῦσα ἀπαλλαγὴν
παγίδων διαβόλου, Ἁγνὴ εὐλογημένη,
οἷς χάρισαι εἰρήνην τῇ μεσιτείᾳ σου.
–
Συνέδραμον Παρθένε σοὶ πρεσβευταί
Κοσμὰς ὁ φωτίσας πᾶσαν Ἤπειρον διδαχαῖς,
Γεώργιος ὁ νέος, Ἰωαννίνων κλέος,
Κονίτσης Ἰωάννης, τὲ θεῖον βλάστημα.
–
Δέξαι μου δεήσεις, ὦ Μαριάμ,
καὶ τοὺς ἀλαλήτους τῆς καρδίας μου στεναγμοὺς
καὶ ἀξίωσόν με καινίσαι τὴν μονήν σου
καὶ ταύτης ἀναδεῖξαι κάλλος τὸ πρότερον.
–
Ὕμνους ἀναπέμπει σοί, Ἀρσένιος Παρθένε,
καὶ γὰρ ὑπὸ σὴν σκέπην μονάζει ὡς στρουθίον.