Απολυτίκια – Μεγαλυνάρια

Παναγία η Προστασία Διστράτου

Ἀπολυτίκιον τῆς Ὑπεραγίας Θεοτόκου, τῆς ἐπονομαζομένης «Ἡ Προστασία» (Βρυάζα –Δίστρατον Κονίτσης)

ἦχος δ΄. Ταχύ προκατάλαβε

Τήν θείαν Εἰκόνα σου, ὡς θησαυρόν ἱερόν, κυκλοῦντες δοξάζομεν, καί προσκυνοῦμεν πιστῶς, βοῶντες σοί Δέσποινα, χαῖρε ἡ Προστασία τῶν πιστῶς δεομένων, χαῖρε ἡ θεραπεία τῶν νοσούντων Παρθένε· χαῖρε ἡ τῆς Βρυάζης προστάτις καί ἔφορος.

Κοντάκιον, ἦχος πλ.δ’ Τῆ Ὑπερμάχῳ

Τῆς Θεοτόκου τήν Εἰκόνα τήν πανσέβαστον, τήν Προστασίαν τῶν πιστῶν τήν ἀκαταίσχυντον, συνελθόντεςπροσκυνησωμεν μετά πόθου· ὡς γάρ ἔχουσα ἰσχύν τήν ἀπροσμάχητον, ἐκλυτροῦται ἀπό πάσης περιστάσεως, τούς κραυγάζοντας, χαῖρε σκέπη φιλόστοργε.

Μεγαλυνάρια

Χαῖρε Παναγία, Μήτηρ Θεοῦ, χαῖρε Προσασία τῆς Βρυάζης καί τοῦ λαοῦ, πάσης της Κονίτσης, κραταίωμα καί σκέπη· χαῖρε ἁγνή Παρθένε, Νύμφη ἀμόλυντε.

Πάντων προστατεύεις ὡς ἀγαθή, τῶν καταφευγόντων, τή εἰκόνι σου τή σεπτή, ἄχραντε Παρθένε, Κυρία Θεοτόκε, ἡ μόνη Προστασία τῶν δεομένων σου.

Δεῦτε συνελθόντες νῦν εὐλαβῶς, ὑμνήσωμεν πόθω τήν Εἰκόνα τήν θαυμαστῶς, κώμην τοῦ Διστράτου ἀεί περιφρουροῦσαν, ὡς Προστασίαν θείαν, καί ἀναταίσχυντον.

Χαῖρε τῆς Βρυάζης ἡ ἀρραγής, προστάτις Παρθένε, ἐν κινδύνοις καί πειρασμοῖς, χαῖρε θλιβομένων σεπτή παραμυθία, καί τῶν πιστῶν ἁπάντων τό καταφύγιον.

Ὤ τῆς ἀπορρήτου σου καλλονῆς, ἄχραντε Παρθένε καί προνοίας τῆς μητρικῆς!, δί ἧς περιεπεῖς τήν κώμην τοῦ Διστράτου, πλουτοῦσαν σήν Εἰκόνα τήν χαριτόβρυτον.

Κόσμον οὐ κατέλιπες ἀληθῶς, ἁγνή Θεοτόκε, μεταστάσα μετά σαρκός, εἰς ἄληκτον δόξαν, καί σώζεις σαῖς πρεσβείαις, τούς πίστει Ὀρθοδόξῳ σέ μεγαλύνοντας.

Ἀπό τῶν αἱρέσεων, τοῦ πυρός, λιμοῦ καί πολέμου, ἀλλοφύλλων καί πειρασμῶν, δεινῆς ἀσθενείας καί πάσης ἄλλης βλάβης, ἀτρώτους ἡμᾶς τήρει, Δέσποινα πάντοτε.

Ἅγιοι Ἀνάργυροι ἰατροί, Γεώργιε μάρτυς καί ὁσία Παρασκευή, Κοσμᾶ Θεοφόρε, Ἠλία, Ἐλισσαῖε, τήν κώμην τῆς Βρυάζης φρουρεῖτε πάντοτε.

Τροπάριον, ἦχος β’. Πάντων προστατεύεις

Δεῦτε, τῆ Εἰκόνι τή σεπτῆ, τῆς Παρθενομήτορος Νύμφης νῦν προσκυνήσωμεν, καί εὐχαριστήσωμεν ὡς Προστασίαν ἠμῶν, τῆς Βρυάζης τήν ἔφορον καί ἄμαχον Σκέπην, τήν περιφυλάττουσαν τήν ἐπαρχίαν ἡμῶν, χαῖρε, ἀναμέλποντες Κόρη, Κεχαριτωμένη Μαρία, τῶν πιστῶν Προστάτις ἀκαταίσχυντε

Ἐν τῆ Ἱερά Λαύρᾳ Σάββα τοῦ Ἠγιασμένου
Φεβρουάριος βιγ’

Παναγία η Προστασία Διστράτου

Δεύτερον Ἀ­πο­λυ­τί­κι­ον. Ἦ­χος πλ.ἃ΄ Τὸν Συ­νά­ναρ­χον λό­γον

Τοὺς σε­πτόν σου ἐ­κτύ­πω­μα, Ἀ­ει­πάρ­θε­νε, πα­νευ­λα­βῶς προ­σκυ­νοῦν­τας ἐκ πει­ρα­σμῶν καὶ δει­νῶν προ­στα­τεύ­εις, Προ­στα­σί­α ἀ­κα­τά­λυ­τε· σὺ γὰρ ὡς νά­ου­σα πη­γὴ τῶν θαυ­μά­των δω­ρε­ᾶς ἐκ­χέ­εις τοῖς ἐκ­βο­ῶ­σιν· Θε­ο­χα­ρί­τω­τε Νύμ­φη, χώ­ραν τι­μώ­σαν σὲ δι­ά­σω­ζε

Κον­τά­κι­ον. Ἦ­χος πλ.δ΄ ΤΑ Ὑ­περ­μά­χῳ

Τὴν ἐν Δι­στράτῳ χα­ρι­τό­βρυ­τον εἰ­κό­να σου ὡς ἀ­μυν­τή­ρι­ον καὶ τεῖ­χος ἀ­προ­σμά­χη­τον ἐ­νε­θρό­νι­σας, Ὑ­πέρ­μα­χε Θε­ο­τό­κε, πο­λυ­χεύ­μο­νας κρου­νοὺς ἀ­εὶ ἐκ­χέ­ου­σαν ἰ­α­μά­των τοῖς ἐν πί­στει ἐκ­βο­ῶ­σι σοῖ· Χαί­ροις Ἄ­νασ­σα, Προ­στα­σί­α τῶν δού­λων σου.

Μεγαλυνάριον

Χαί­ροις, τοῦ Δι­στρά­του ὁ αὐ­γα­σμὸς καὶ τῆς ἐν Κο­νί­τςῃ Ἐκ­κλη­σί­ας ἡ ἀ­ρω­γός, χαί­ροις, Προ­στα­σί­α τα­χεί­α δε­ο­μέ­νων καὶ οἰ­κε­τῶν σου πάν­των τὸ κα­τα­φύ­γι­ον.

           (Ἔ­γρα­φε τα­πει­νὴ χεὶρ Φιλουμένου μοναχού και πρεσβυτέρου τὴ ἃ’Ὀ­κτω­βρί­ου ,βδ)

.

Ἱερά Μονή τῶν Ἁγίων Προφητῶν
(Βρυάζα –Δίστρατον Κονίτσης)

Ἀπολυτίκιον, ἦχος α΄. Τόν Τάφον σου Σωτήρ

Προφῆται ἱεροί, Ἡλιοῦ, Ἐλισσαῖε, Μωσῆ καί Ἀαρῶν, Ἰεσσαί, Ἠσαΐα, Δαβίδ, Ζαχαρία τε, Σαμουήλ, θείε Πρόδρομε, Κοσμᾶ ἔνδοξε, οἱ πρό τοῦ Νόμου φανέντες, αἱ Προφητίδαι, καί οἱ τῆς Χάριτος πάντες, Χριστῷ ἡμίν εὔξασθε.

Κοντάκιον, ἦχος γ’ Ἡ Παρθένος σήμερον

Τούς τοῦ Λόγου κήρυκας, καί θεηγόρους Προφήτας, τούς πρό Νόμου λαμψάντας, καί τούς τῆς χάριτος πάντας, ἄσμασιν, ἐγκωμιάσωμεν ἐκβοῶντες, χαίρετε, οἱ τῆς Τριάδος σεπτοί Πατέρες, καί προστᾶται ἡμῶν θεῖοι, ὑπέρ τοῦ κόσμου Χριστόν ἱκετεύσατε.

Μεγαλυνάρια

Χαίρετε Προφῆται θεοειδεῖς, Πρόδρομε Κυρίου καί Ἠλία σύν τοῖς λοιποῖς, Κοσμᾶ θεοφόρε, μετά τῆς Θεοτόκου, Χριστόν ἐκδυσωπεῖτε, σῲζεσθαι ἅπαντας.

Ἄνωθεν προεῖδον τήν ἐπί γής, φρικτήν ἔλευσίν σου, οἱ Προφῆται οἱ εὐκλεεῖς, τά Πάθη, τήν Θείαν Ταφήν, τήν Ἔγερσίν σου, ἐκ Πνεύματος Ἁγίου εὔσπλαχνε Κύριε.

Ὅνπερ ἐν αἰνίγμασι σκιωδῶς, προείδετε Λόγον, νῦν θεώμενοι τηλαυγῶς, εὔξασθε τοῦ δοῦναι τῷ κόσμῳ τήν εἰρήνην, μετάνοιαν πρό τέλους, καί μέγα ἔλεος.

Ἀμώς, Ἰωήλ, Ἰεζεκιήλ, καί Ἱερεμία σύν Μιχαία καί Δανιήλ, οἱ ἅγιοι Παῖδες οἱ Τρεῖς ἐν Βαβυλῶνι, Μονήν καί κώμην ταύτην, σκέπετε πάντοτε.

Προφῆτα θεσπέσιε Ἡλιοῦ, ζηλωτά Κυρίου, τῆς Μονῆς σου μνείαν ποιοῦ, καί τῶν ἐν ἐσχάτοις τοῖς χρόνοις προσκυνούντων, τήν Θείαν σου Εἰκόνα, τήν περιώνυμον.

Τόν Ἱερομάρτυρα τοῦ Χριστοῦ, Ἀπόστολον νέον καί Προφήτην τόν θαυμαστόν, Κοσμᾶν τόν τοῦ Γένους διδάσκαλον καί ρύστην, ἀξιοχρέως πάντες ὕμνοις τιμήσωμεν.

Πᾶσα ἡ χορεία τῶν Προφητῶν, σύν τῇ Θεοτόκῳ προστατεύετε καί ἡμῶν, τήν ὁμολογίαν τῆς πίστεως κρατῆσαι, ἐν τοῖς ἐσχάτοις χρόνοις ἀπαρασάλευτον.

Προπάτορες θεῖοι τοῦ Ἰησοῦ, Ἀβραάμ θεόφρον, Ἰσάακ τέ καί Ἰακῶβ, μετά τῶν δικαίων ἁπάντων δυσωπεῖτε, Χριστόν ὡς Πατριάρχαι ἡμῶν μακάριοι.

Τροπάριον, ἦχος β’. Πάντων προστατεύεις

Κώμην τῆς Βρυάζης τήν σεπτήν, ταῖς ἡμῶν ἁγίαις πρεσβείαις φρουρεῖτε πάντοντε, Προφῆται θεόληπτοι καί Πατριάρχαι ὁμοῦ, θεοφόροι Ἀνάργυροι, Γεώργιε μάρτυς, Κοσμᾶ Ἰσαπόστολε, Παρασκευή θαυμαστή, πάντες τῶν ἁγίων οἱ δῆμοι, μετά τῆς ἁγνῆς Θεοτόκου εὔξασθε σωθῆναι τάς ψυχᾶς ἡμῶν.

Ἐν τῆ Ἱερά Λαύρᾳ Σάββα τοῦ Ἠγιασμένου
Φεβρουάριος βιγ’

Παναγία η Προστασία Διστράτου

Με­γα­λυ­νά­ρια

τῆς Ὑ­πε­ρα­γί­ας Θε­ο­τό­κου, τῆς ἐ­πο­νο­μα­ζο­μέ­νης

 « Ἡ Προ­στα­σί­α »

 

Χαῖρε Παραβαίων ἡ καλλονή ·

χαῖρε τῆς Βρυάζης Προστασία καί Ἀρωγή ·

χαῖρε μοναζόντων ἀγλάϊσμα καί κλαίως ·

ὕμνοις καί ὠδαῖς σέ πάντες γεραίρομεν.

– 

Χαίρει τῆς Βρυάζης θεία Μονή

ἔχουσα ἐν κόλποις τήν εἰκόνα σου τήν σεπτήν

τήν ἐπικληθεῖσαν, Παρθένε, Προστασίαν,

τήν πόθῳ ὑμνουμένην ὑπό τῶν δούλων σου.

 –

κ τῆς πάλαι ἦκε θείας Μονῆς εἰκών

εἰς Νέαν Παρθένε, σοφοτάτων τῶν Προφητῶν,

καί καταπλουτίζει θαυμάτων ἐνεργείαις,

τῶν μοναχῶν τά στίφη τῶν προσκυνούντων σε.

Εἰς διαφόρους Ἁγίους τιμωμένους εν τη Ιερά Μονή Παναγίας της Προστασίας ή των Προφητών Διστράτου

 

Τούς Ὁσιομάρτυρες τοῦ Χριστοῦ

Νικόλαον θεῖον, καί Δημήτριον τόν σεπτόν

σύν τῷ Γεωργίῳ, Βρυάζης τούς ἐφόρους,

τοῖς πάσι βοηθοῦντας, ὕμνεις τιμήσωμεν.

 –

Χαίροις τῶν ὁσίων ὁ κοινωνός,

καί τῆς ἐν Βρυάζῃ Μάνδρας θείας τῶν Προφητῶν ·

χαίροις ὁ παρέχων βοήθειαν καί σκέπην,

Ἀρσένιε, αἰτοῦσι τήν σήν ἀντίληψίν.

– 

Χαίροις τῆς Δρυϊνουπόλεως ὁ ποιμήν

καί Μονῆς Βρυάζης Προφητῶν τε τῆς Ἱερᾶς

μοναζόντων γνώμων, Σοφιανέ τρισμάκαρ,

φύλατε καί σκέπε τους ἐφημούντας σε.

– 

Χαίροις ἐναρέτου βίου κανών,

Πνεύματος Ἁγίου σύ δοχεῖον τό ἐκλεκτόν ·

Χαίροις, Ἱεράρχα, Βρυάζης ὁ Προστάτης,

Νικόλαε τρισμάκαρ, Μύρων ἐπίσκοπε.

 –

Θείας ὑπό Χάριτος κινηθείς

διήλεθες φωτίζων πάσαν Ἤπειρον διδαχαῖς ·

δίς καί ἐν Βρυάζῃ τά θεῖα μεγαλεῖα

ἰσάγγελε τρισμάκαρ Κοσμᾶ, ἐκήρυξας.

 –

γάλεται κόμη Βριαζοτῶν

ἔχουσα ἐν κόλποις ὡς ἀσύλητον θησαυρόν,

Κοσμά ἱερομάρτης, τήν θήκην σών λειψάνωνων,

πηγάζουσα ἀνθρώποις θεῖα ἰάματατα

 –

Χαίροις Νεομάρτυς τοῦ  Ἰησοῦ

Νικόλαε μάκαρ τοῦ Μετσόβου θεῖος βλαστός

τῆς Βρυάζης δόξα, ἀγλάϊσμα καί κλέος

δίο ἀξιοχρέος ὕμνοις τιμήσωμεν.

 –

Χαίροις τῆς Κονίτσης γόνε λαμπρέ,

χαίροις τῆς Βρυάζης ἀντίληπτωρ καί ἀρωγέ ·

χαίροις τῆς Ἠπείρου, Ἀρσένιε, τό κλέος,

καί νήσου Πάρου δόξα ἅμα καί καύχημα.

 –

Αγία Κόρη

Εἰς την Ἁγίαν Κόρην  ( ἐκ Διστράτου )

 

Τῆς Βρυάζης βλάστημα θαλερό

ἄνθος Παρθενίας διά βίου Παρθενικοῦ

Κόρη ἀνεδείχθης νύμφη τοῦ Κυρίου

Ἁγία Κόρη πάντες σέ μεγαλύνομεν.

– 

Χαίροι τῆς Βρυάζης νέος βλαστός,

Χαίροις τῶν παρθένον, ἡ προστάτης καί βοηθός,

χαίροις τῆς Βρυάζης τό καύχημα καί κλέος,

φρουρός και ἀντιλήπτωρ Κόρη πανέφιμε.

– 

Χαίροις ἡ σεμνότης χριστιανῶν,

χαίρης τῆς Βρυάζης τιμαλφέστατος θησαυρός,

Χαίροις χρηματήσας πιστοῖς ἡ μεταδούσα,

ῥήματα ζωηφόρα, Κόρη πανθαύμαστε.

 –

Τῷ ἐπουρανίῳ νῦν παρεστώς

θρόνῳ τοῦ Κυρίου, καθικέτευε τον Θεόν ·

ῥύσαι τήν Βρυάζα Ἁγία Κόρη πάσα

θερμώς ἀναζητούσα τήν σύν ἀντίληψιν.

– 

Δέξαι μου δεήσεις, ὦ Μαριάμ,

καὶ τοὺς ἀλαλήτους τῆς καρδίας μου στεναγμοὺς

καὶ ἀξίωσόν με καινίσαι τὴν μονήν σου

καὶ ταύτης ἀναδεῖξαι κάλλος τὸ πρότερον.

– 

Ὕμνους ἀναπέμπει σοί, Ἀρσένιος Παρθένε,

καὶ γὰρ ὑπὸ σὴν σκέπην μονάζει ὡς στρουθίον.

Advertisements